Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.208 Joseph. AJ 4.214 (English) >>Joseph. AJ 4.219

4.212

Δίς τε ἑκάστης ἡμέρας ἀρχομένης τε αὐτῆς καὶ ὁπότε πρὸς ὕπνον ὥρα τρέπεσθαι μαρτυρεῖν τῷ θεῷ τὰς δωρεάς, ἃς ἀπαλλαγεῖσιν αὐτοῖς ἐκ τῆς Αἰγυπτίων γῆς παρέσχε, δικαίας οὔσης φύσει τῆς εὐχαριστίας καὶ γενομένης ἐπʼ ἀμοιβῇ μὲν τῶν ἤδη γεγονότων ἐπὶ δὲ προτροπῇ τῶν ἐσομένων· 4.213ἐπιγράφειν δὲ καὶ τοῖς θυρώμασιν αὐτῶν τὰ μέγιστα ὧν εὐεργέτησεν αὐτοὺς θεὸς ἔν τε βραχίοσιν ἕκαστον διαφαίνειν, ὅσα τε τὴν ἰσχὺν ἀποσημαίνειν δύναται τοῦ θεοῦ καὶ τὴν πρὸς αὐτοὺς εὔνοιαν φέρειν ἐγγεγραμμένα ἐπὶ τῆς κεφαλῆς καὶ τοῦ βραχίονος, ὡς περίβλεπτον πανταχόθεν τὸ περὶ αὐτοὺς πρόθυμον τοῦ θεοῦ. 4.214

Ἀρχέτωσαν δὲ καθʼ ἑκάστην πόλιν ἄνδρες ἑπτὰ οἱ καὶ τὴν ἀρετὴν καὶ τὴν περὶ τὸ δίκαιον σπουδὴν προησκηκότες· ἑκάστῃ δὲ ἀρχῇ δύο ἄνδρες ὑπηρέται διδόσθωσαν ἐκ τῆς τῶν Λευιτῶν φυλῆς. 4.215ἔστωσαν δὲ καὶ οἱ δικάζειν λαχόντες ταῖς πόλεσιν ἐν πάσῃ τιμῇ, ὡς μήτε βλασφημεῖν ἐκείνων παρόντων μήτε θρασύνεσθαί τισιν ἐξεῖναι τῆς πρὸς τοὺς ἐν ἀξιώματι τῶν ἀνθρώπων αἰδοῦς αὐτῶν εὐλαβεστέρους, ὥστε τοῦ θεοῦ μὴ καταφρονεῖν, ἀπεργαζομένης. 4.216οἱ δὲ δικασταὶ ἀποφήνασθαι κύριοι περὶ τοῦ δόξαντος αὐτοῖς ἔστωσαν, πλὴν εἰ μή τι χρήματα λαβόντας τις αὐτοὺς ἐπὶ διαφθορᾷ τοῦ δικαίου ἐνδείξαιτʼ ἄλλην τινὰ αἰτίαν προφέροι, καθʼ ἣν οὐ καλῶς ἐλέγχει αὐτοὺς ἀποφηναμένους· οὔτε γὰρ κέρδει χαριζομένους οὔτʼ ἀξιώματι προσῆκε φανερὰς ποιεῖσθαι τὰς κρίσεις, ἀλλὰ τὸ δίκαιον ἐπάνω πάντων τιθεμένους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.208 Joseph. AJ 4.214 (English) >>Joseph. AJ 4.219

Powered by PhiloLogic